ΡΩΜΑΝΟΣ Ο ΜΕΛΩΔΟΣ ΥΜΝΟΙ

1. Τῇ δ τῆς β ἑβδομάδος τῶν νηστειῶν κοντάκιον κατανυκτικόν φέρον ἀκροστιχίδα τήνδε τοῦ ταπεινοῦ Ῥωμανοῦ ὁ ὕμνο..

2. Τῇ κυριακῇ τῆς γ ἑβδομάδος τῶν νηστειῶν κοντάκιον κατανυκτικὸν ᾀδόμενον εἰς τὸν Νῶε οὗ ἡ ἀκροστιχὶς ἥδε αἶνο..

3. Τῇ κυριακῇ τῆς δ ἑβδομάδος τῶν νηστειῶν κοντάκιον ᾀδόμενον εἰς τὴν θυσίαν Ἀβραάμ φέρον ἀκροστιχίδα τήνδε εἰς..

4. Τῇ κυριακῇ τῆς ε ἑβδομάδος τῶν νηστειῶν κοντάκιον κατανυκτικὸν ᾀδόμενον εἰς τὸν Ἰσαὰκ ὅτε εὐλόγησε τὸν Ἰακώβ..

5. Τῇ ἁγίᾳ καὶ μεγάλῃ β κοντάκιον εἰς τὸν Ἰωσήφ φέρον ἀκροστιχίδα τήνδε ἀλφάβητον Ῥωμανοῦ πρός Ὁ υἱός σου παρθέ..

6. Τῇ ἁγίᾳ καὶ μεγάλῃ δευτέρᾳ ἕτερον κοντάκιον εἰς τὸν πειρασμὸν τοῦ Ἰωσήφ οὗ ἡ ἀκροστιχίς εἰς τὸν Ἰωσὴφ Ῥωμανο..

7. Προοίμιον

8. Μηνὶ τῷ αὐτῷ εἰς τὴν κ τοῦ ἁγίου προφήτου Ἠλίου κονδάκιον ἰδιόμελον ἦχος β οἱ οἶκοι φέροντες ἀκροστιχίδα τήν..

9. Κυριακῇ πρὸ τῆς Χριστοῦ γεννήσεως κοντάκιον τῶν ἁγίων τριῶν παίδων Ἀνανία Ἀζαρία Μισαήλ καὶ Δανιὴλ τοῦ προφή..

10. Τῇ δ τῆς α ἑβδομάδος τῶν νηστειῶν κοντάκιον κατανυκτικόν οὗ ἡ ἀκροστιχίς τὸν προφήτην Κυρίου Ῥωμανοῦ ἦχος α…

11. Ἕτερον κοντάκιον εἰς τὸν εὐαγγελισμὸν τῆς ὑπεραγίας Θεοτόκου φέρον ἀκροστιχίδα τήνδε τοῦ ταπεινοῦ Ῥωμανοῦ ἦχ..

12. Μηνὶ δεκεμβρίῳ κε κοντάκιον τῆς Χριστοῦ γεννήσεως ἦχος γ φέρον ἀκροστιχίδα τοῦ ταπεινοῦ Ῥωμανοῦ ὕμνος. Προοί..

Ἡ παρθένος σήμερον τὸν ὑπερούσιον τίκτει,
καὶ ἡ γῆ τὸ σπήλαιον τῷ ἀπροσίτῳ προσάγει·
ἄγγελοι μετὰ ποιμένων δοξολογοῦσι,
μάγοι δὲ μετὰ ἀστέρος ὁδοιποροῦσι·
δι’ ἡμᾶς γὰρ ἐγεννήθη
παιδίον νέον, ὁ πρὸ αἰώνων Θεός.

Τὴν Ἐδὲμ Βηθλεὲμ ἤνοιξε, δεῦτε ἴδωμεν·
τὴν τρυφὴν ἐν κρυφῇ ηὕραμεν, δεῦτε λάβωμεν
τὰ τοῦ παραδείσου ἐντὸς τοῦ σπηλαίου·
ἐκεῖ ἐφάνη ῥίζα ἀπότιστος βλαστάνουσα ἄφεσιν,
ἐκεῖ ηὑρέθη φρέαρ ἀνόρυκτον,
οὗ πιεῖν Δαυὶδ πρὶν ἐπεθύμησεν·
ἐκεῖ παρθένος τεκοῦσα βρέφος
τὴν δίψαν ἔπαυσεν εὐθὺς τὴν τοῦ Ἀδὰμ καὶ τοῦ Δαυίδ·
διὰ τοῦτο πρὸς τοῦτο ἐπειχθῶμεν ποῦ ἐτέχθη
παιδίον νέον, ὁ πρὸ αἰώνων Θεός.

Ὁ πατὴρ τῆς μητρὸς γνώμῃ υἱὸς ἐγένετο,
ὁ σωτὴρ τῶν βρεφῶν βρέφος ἐν φάτνῃ ἔκειτο·
ὃν κατανοοῦσα φησὶν ἡ τεκοῦσα·
“Εἰπέ μοι, τέκνον, πῶς ἐνεσπάρης μοι ἢ πῶς ἐνεφύης μοι·
ὁρῶ σε, σπλάγχνον, καὶ καταπλήττομαι,
ὅτι γαλουχῶ καὶ οὐ νενύμφευμαι·
καὶ σὲ μὲν βλέπω μετὰ σπαργάνων,
τὴν παρθενίαν δὲ ἀκμὴν ἐσφραγισμένην θεωρῶ·
σὺ γὰρ ταύτην φυλάξας ἐγεννήθης εὐδοκήσας
παιδίον νέον, ὁ πρὸ αἰώνων Θεός.

Ὑψηλὲ βασιλεῦ, τί σοι καὶ τοῖς πτωχεύσασι;
Ποιητὰ οὐρανοῦ, τί πρὸς γηίνους ἤλυθας;
Σπηλαίου ἠράσθης ἢ φάτνῃ ἐτέρφθης;
Ἰδοὺ οὐκ ἔστι τόπος τῇ δούλῃ σου ἐν τῷ καταλύματι·
οὐ λέγω τόπον, ἀλλ’ οὐδὲ σπήλαιον,
ὅτι καὶ αὐτὸ τοῦτο ἀλλότριον·
καὶ τῇ μὲν Σάρρᾳ τεκούσῃ βρέφος
ἐδόθη κλῆρος γῆς πολλῆς, ἐμοὶ δὲ οὐδὲ φωλεός·
ἐχρησάμην τὸ ἄντρον ὃ κατῴκησας βουλήσει,
παιδίον νέον, ὁ πρὸ αἰώνων Θεός.”

Τὰ τοιαῦτα ῥητὰ ἐν ἀπορρήτῳ λέγουσα
καὶ τὸν τῶν ἀφανῶν γνώστην καθικετεύουσα,
ἀκούει τῶν μάγων τὸ βρέφος ζητούντων·
εὐθὺς δὲ τούτοις· “Τίνες ὑπάρχετε;” ἡ κόρη ἐβόησεν·
οἱ δὲ πρὸς ταύτην· “Σὺ γὰρ τίς πέφυκας,
ὅτι τὸν τοιοῦτον ἀπεκύησας;
Τίς ὁ πατήρ σου, τίς ἡ τεκοῦσα,
ὅτι ἀπάτορος υἱοῦ ἐγένου μήτηρ καὶ τροφός;
Οὗ τὸ ἄστρον ἰδόντες συνήκαμεν ὅτι ὤφθη
παιδίον νέον, ὁ πρὸ αἰώνων Θεός.

Ἀκριβῶς γὰρ ἡμῖν ὁ Βαλαὰμ παρέθετο
τῶν ῥημάτων τὸν νοῦν ὧνπερ προεμαντεύσατο,
εἰπὼν ὅτι μέλλει ἀστὴρ ἀνατέλλειν,
ἀστὴρ σβεννύων πάντα μαντεύματα καὶ τὰ οἰωνίσματα·
ἀστὴρ ἐκλύων παραβολὰς σοφῶν,
ῥήσεις τε αὐτῶν καὶ τὰ αἰνίγματα·
ἀστὴρ ἀστέρος τοῦ φαινομένου
ὑπερφαιδρότερος πολύ, ὡς πάντων ἄστρων ποιητής,
περὶ οὗ προεγράφη· ἐξ Ἰακὼβ ἀνατέλλει
παιδίον νέον, ὁ πρὸ αἰώνων Θεός.”

Παραδόξων ῥητῶν ἡ Μαριὰμ ὡς ἤκουσε,
τῷ ἐκ σπλάγχνων αὐτῆς κύψασα προσεκύνησε
καὶ κλαίουσα εἶπε· “Μεγάλα μοι, τέκνον,
μεγάλα πάντα ὅσα ἐποίησας μετὰ τῆς πτωχείας μου·
ἰδοὺ γὰρ μάγοι ἔξω ζητοῦσί σε·
τῶν ἀνατολῶν οἱ βασιλεύοντες
τὸ πρόσωπόν σου ἐπιζητοῦσι,
καὶ λιτανεύουσιν ἰδεῖν οἱ πλούσιοι τοῦ σοῦ λαοῦ·
ὁ λαός σου γὰρ ὄντως εἰσὶν οὗτοι οἷς ἐγνώσθης,
παιδίον νέον, ὁ πρὸ αἰώνων Θεός.

Ἐπειδὴ οὖν λαὸς σός ἐστι, τέκνον, κέλευσον
ὑπὸ σκέπην τὴν σὴν γένωνται, ἵνα ἴδωσι
πενίαν πλουσίαν, πτωχείαν τιμίαν·
αὐτόν σε δόξαν ἔχω καὶ καύχημα· διὸ οὐκ αἰσχύνομαι·
αὐτὸς εἶ χάρις καὶ ἡ εὐπρέπεια
τῆς σκηνῆς κἀμοῦ· νεῦσον εἰσέλθωσιν·
οὐδέν μοι μέλει τῆς εὐτελείας·
ὡς θησαυρὸν γὰρ σὲ κρατῶ, ὃν βασιλεῖς ἦλθον ἰδεῖν,
βασιλέων καὶ μάγων ἐγνωκότων ὅτι ὤφθης,
παιδίον νέον, ὁ πρὸ αἰώνων Θεός.”

Ἰησοῦς ὁ Χριστὸς ὄντως τε καὶ Θεὸς ἠμῶν
τῶν φρενῶν ἀφανῶς ἥψατο τῆς μητρὸς αὐτοῦ,
“Εἰσάγαγε, λέγων, οὓς ἤγαγον λόγῳ·
ἐμὸς γὰρ λόγος οὗτος ὃς ἔλαμψε τοῖς ἐπιζητοῦσί με·
ἀστὴρ μέν ἐστιν πρὸς τὸ φαινόμενον,
δύναμις δέ τις πρὸς τὸ νοούμενον·
συνῆλθε μάγοις ὡς λειτουργῶν μοι,
καὶ ἔτι ἵσταται πληρῶν τὴν διακονίαν αὐτοῦ
καὶ ἀκτῖσι δεικνύων τὸν τόπον ὅπου ἐτέχθη
παιδίον νέον, ὁ πρὸ αἰώνων Θεός.

Νῦν οὖν δέξαι, σεμνή, δέξαι τοὺς δεξαμένους με·
ἐν αὐτοῖς γὰρ εἰμὶ ὥσπερ ἐν ταῖς ἀγκάλαις σου·
καὶ σοῦ οὐκ ἀπέστην κἀκείνοις συνῆλθον.”
Ἡ δὲ ἀνοίγει θύραν καὶ δέχεται τῶν μάγων τὸ σύστημα·
ἀνοίγει θύραν ἡ ἀπαράνοικτος
πύλη, ἣν Χριστὸς μόνος διώδευσεν·
ἀνοίγει θύραν ἡ ἀνοιχθεῖσα
καὶ μὴ κλαπεῖσα μηδαμῶς τὸν τῆς ἁγνείας θησαυρόν·
αὐτὴ ἤνοιξε θύραν, ἀφ’ ἧς ἐγεννήθη θύρα,
παιδίον νέον, ὁ πρὸ αἰώνων Θεός.

Οἱ δὲ μάγοι εὐθὺς ὥρμησαν εἰς τὸν θάλαμον,
καὶ ἰδόντες Χριστὸν ἔφριξαν, ὅτι εἴδοσαν
τὴν τούτου μητέρα, τὸν ταύτης μνηστῆρα,
καὶ φόβῳ εἶπον· “Οὗτος υἱός ἐστιν ἀγενεαλόγητος;
Καὶ πῶς, παρθένε, τὸν μνηστευσάμενον
βλέπομεν ἀκμὴν ἔνδον τοῦ οἴκου σου;
Οὐκ ἔσχε μῶμον ἡ κύησις σου·
μὴ ἡ κατοίκησις ψεχθῇ συνόντος σοι τοῦ Ἰωσήφ·
πλῆθος ἔχεις φθονούντων ἐρευνώντων ποῦ ἐτέχθη
παιδίον νέον, ὁ πρὸ αἰώνων Θεός. |

Ὑπομνήσω ὑμᾶς, μάγοις Μαρία ἔφησε,
τίνος χάριν κρατῶ τὸν Ἰωσὴφ ἐν οἴκῳ μου·
εἰς ἔλεγχον πάντων τῶν καταλαλούντων·
αὐτὸς γὰρ λέξει ἅπερ ἀκήκοε περὶ τοῦ παιδίου μου·
ὑπνῶν γὰρ εἶδεν ἄγγελον ἅγιον
λέγοντα αὐτῷ πόθεν συνέλαβον·
πυρίνη θέα τὸν ἀκανθώδη
ἐπληροφόρησε νυκτὸς περὶ τῶν λυπούντων αὐτόν·
δι’ αὐτὸ σύνεστί μοι Ἰωσὴφ δηλῶν ὡς ἔστι
παιδίον νέον ὁ πρὸ αἰώνων Θεός.

Ῥητορεύει σαφῶς ἅπαντα ἅπερ ἤκουσεν·
ἀπαγγέλλει τρανῶς ὅσα αὐτὸς ἑώρακεν
ἐν τοῖς οὐρανίοις καὶ τοῖς ἐπιγείοις·
τὰ τῶν ποιμένων, πῶς συνανύμνησαν πηλίνοις οἱ πύρινοι·
ὑμῶν τῶν μάγων, ὅτι προέδραμεν
ἄστρον φωταυγοῦν καὶ ὁδηγοῦν ὑμᾶς·
διὸ ἀφέντες τὰ προρρηθέντα,
ἐκδιηγήσασθε ἡμῖν τὰ νῦν γενόμενα ὑμῖν,
πόθεν ἥκατε, πῶς δὲ συνήκατε ὅτι ὤφθη
παιδίον νέον, ὁ πρὸ αἰώνων Θεός.”

Ὡς δὲ ταῦτα αὐτοῖς ἡ φαεινὴ ἐλάλησεν,
οἱ τῆς ἀνατολῆς λύχνοι πρὸς ταύτην ἔφησαν·
“Μαθεῖν θέλεις πόθεν ἠλύθαμεν ὧδε;
Ἐκ γῆς Χαλδαίων, ὅθεν οὐ λέγουσι· θεὸς θεῶν κύριος,
ἐκ Βαβυλῶνος, ὅπου οὐκ οἴδασιν
τίς ὁ ποιητὴς τούτων ὧν σέβουσιν·
ἐκεῖθεν ἦλθε καὶ ἦρεν ἡμᾶς
ὁ τοῦ παιδίου σου σπινθὴρ ἐκ τοῦ πυρὸς τοῦ περσικοῦ·
πῦρ παμφάγον λιπόντες, πῦρ δροσίζον θεωροῦμεν,
παιδίον νέον, τὸν πρὸ αἰώνων Θεόν.

Ματαιότης ἐστὶ ματαιοτήτων ἅπαντα,
ἀλλ’ οὐδεὶς ἐν ἡμῖν ταῦτα φρονῶν εὑρίσκεται·
οἱ μὲν γὰρ πλανῶσιν, οἱ δὲ καὶ πλανῶνται·
διό, παρθένε, χάρις τῷ τόκῳ σου δι’ οὗ ἐλυτρώθημεν
οὐ μόνον πλάνης, ἀλλὰ καὶ θλίψεως
τῶν χωρῶν πασῶν ὧνπερ διήλθομεν,
ἐθνῶν ἀσήμων, γλωσσῶν ἀγνώστων,
περιερχόμενοι τὴν γῆν καὶ ἐξερευνῶντες αὐτὴν
μετὰ λύχνου τοῦ ἄστρου, ἐκζητοῦντες ποῦ ἐτέχθη
παιδίον νέον, ὁ πρὸ αἰώνων Θεός.

Ἀλλ’ ὡς ἔτι αὐτὸν τοῦτον τὸν λύχνον εἴχομεν,
τὴν Ἰερουσαλὴμ πᾶσαν περιωδεύσαμεν,
πληροῦντες εἰκότως τὰ τῆς προφητείας·
ἠκούσαμεν γὰρ ὅτι ἠπείλησε Θεὸς ἐρευνᾶν αὐτήν·
καὶ μετὰ λύχνου περιηρχόμεθα,
θέλοντες εὑρεῖν μέγα δικαίωμα·
ἀλλ’ οὐχ εὑρέθη, ὅτι ἐπήρθη
ἡ κιβωτὸς αὐτῆς μεθ’ ὧν συνεῖχε πρότερον καλῶν·
τὰ ἀρχαῖα παρῆλθεν, ἀνεκαίνισε γὰρ πάντα
παιδίον νέον, ὁ πρὸ αἰώνων Θεός.

Ναί, φησί, τοῖς πιστοῖς μάγοις Μαρία ἔφησε,
τὴν Ἰερουσαλὴμ πᾶσαν περιωδεύσατε,
τὴν πόλιν ἐκείνην τὴν προφητοκτόνον;
Καὶ πῶς ἀλύπως ταύτην διήλθετε τὴν πᾶσι βασκαίνουσαν;
Ἡρώδην πάλιν πῶς διελάθετε
τὸν ἀντὶ θεσμῶν φόνων ἐμπνέοντα;”
Οἱ δὲ πρὸς ταύτην φησί· “Παρθένε,
οὐ διελάθομεν αὐτόν, ἀλλ’ ἐνεπαίξαμεν αὐτῷ·
συνετύχομεν πᾶσιν ἐρωτῶντες ποῦ ἐτέχθη
παιδίον νέον, ὁ πρὸ αἰώνων Θεός.”

Ὅτε ταῦτα αὐτῶν ἡ Θεοτόκος ἤκουσεν,
τότε εἶπεν αὐτοῖς· “Τί ὑμᾶς ἐπηρώτησεν
Ἡρώδης ὁ ἄναξ καὶ οἱ Φαρισαῖοι;
|Ἡρώδης πρῶτον, εἶτα, ὡς ἔφησας, οἱ πρῶτοι τοῦ ἔθνους σου
τὸν χρόνον τούτου τοῦ φαινομένου νῦν
ἄστρου παρ’ ἡμῶν ἐξηκριβώσαντο·
καὶ ἐπιγνόντες ὡς μὴ μαθόντες
οὐκ ἐπεθύμησαν ἰδεῖν ὃν ἐξηρεύνησαν μαθεῖν,
ὅτι τοῖς ἐρευνῶσιν ὀφείλει θεωρηθῆναι
παιδίον νέον, ὁ πρὸ αἰώνων Θεός.

Ὑπενόουν ἡμᾶς ἄφρονας οἱ ἀνόητοι
καὶ ἠρώτων, φησί· Πόθεν καὶ πότε ἥκατε;
πῶς μὴ φαινομένας ὡδεύσατε τρίβους; Ἡμεῖς δὲ τούτοις ὅπερ ἠπίσταντο ἀντεπηρωτήσαμεν·
Ὑμεῖς τὸ πάρος πῶς διωδεύσατε
ἔρημον πολλὴν ἥνπερ διήλθετε;
Ὁ ὁδηγήσας τοὺς ἀπ’ Αἰγύπτου
αὐτὸς ὡδήγησε καὶ νῦν τοὺς ἐκ Χαλδαίων πρὸς αὐτόν,
τότε στύλῳ πυρίνῳ, νῦν δὲ ἀστέρι δηλοῦντι
παιδίον νέον, τὸν πρὸ αἰώνων Θεόν.

[Ὁ ἀστὴρ πανταχοῦ ἦν ἡμῶν προηγούμενος
ὡς ὑμῖν ὁ Μωσῆς ῥάβδον ἐπιφερόμενος,
τὸ φῶς περιλάμπων τῆς θεογνωσίας·
ὑμᾶς τὸ μάννα πάλαι διέθρεψε καὶ πέτρα ἐπότισεν·
ἡμᾶς ἐλπὶς ἡ τούτου ἐνέπλησε·
τῇ τούτου χαρᾷ διατρεφόμενοι,
οὐκ ἐν Περσίδι ἀναποδίσαι
διὰ τὸν ἄβατον ὁδὸν ὁδεύειν ἔσχομεν ἐν νῷ,
θεωρῆσαι ποθοῦντες, προσκυνῆσαι καὶ δοξάσαι
παιδίον νέον, τὸν πρὸ αἰώνων Θεόν.”]

Ὑπὸ τῶν ἀπλανῶν μάγων ταῦτα ἐλέγετο·
ὑπὸ δὲ τῆς σεμνῆς πάντα ἐπεσφραγίζετο,
κυροῦντος τοῦ βρέφους τὰ τῶν ἀμφοτέρων,
τῆς μὲν ποιοῦντος μετὰ τὴν κύησιν τὴν μήτραν ἀμίαντον,
τῶν δὲ δεικνύντος μετὰ τὴν ἔλευσιν
ἄμοχθον τὸν νοῦν ὥσπερ τὰ βήματα·
οὐδεὶς γὰρ τούτων ὑπέστη κόπον,
ὡς οὐκ ἐμόχθησεν ἐλθὼν ὁ Ἀμβακοὺμ πρὸς Δανιήλ·
ὁ φανεὶς γὰρ προφήταις ὁ αὐτὸς ἐφάνη μάγοις
παιδίον νέον, ὁ πρὸ αἰώνων Θεός.

Μετὰ ταῦτα αὐτῶν πάντα τὰ διηγήματα,
δῶρα ἦραν χερσὶν μάγοι καὶ προσεκύνησαν
τῷ δώρῳ τῶν δώρων, τῷ μύρῳ τῶν μύρων·
χρυσὸν καὶ σμύρναν εἶτα καὶ λίβανον Χριστῷ προσεκόμισαν,
βοῶντες· “Δέξαι δώρημα τρίυλον,
ὡς τῶν Σεραφὶμ ὕμνον τρισάγιον·
μὴ ἀποστρέψῃς ὡς τὰ τοῦ Κάιν,
ἀλλ’ ἐναγκάλισαι αὐτὰ ὡς τὴν τοῦ Ἄβελ προσφοράν,
διὰ τῆς σε τεκούσης, δι’ ἧς ἡμῖν ἐγεννήθης,
παιδίον νέον, ὁ πρὸ αἰώνων Θεός.”

Νέα νῦν καὶ φαιδρὰ βλέπουσα ἡ ἀμώμητος
μάγους δῶρα χερσὶ φέροντας καὶ προσπίπτοντας,
ἀστέρα δηλοῦντα, ποιμένας ὑμνοῦντας,
τὸν πάντων τούτων κτίστην καὶ κύριον ἱκέτευε λέγουσα·
“Τριάδα δώρων, τέκνον, δεξάμενος,
τρεῖς αἰτήσεις δὸς τῇ γεννησάσῃ σε·
ὑπὲρ ἀέρων παρακαλῶ σε
καὶ ὑπὲρ τῶν καρπῶν τῆς γῆς καὶ τῶν οἰκούντων ἐν αὐτῇ·
διαλλάγηθι πᾶσι, δι’ ἐμοῦ ὅτι ἐτέχθης,
παιδίον νέον, ὁ πρὸ αἰώνων Θεός.

Οὐχ ἁπλῶς γάρ εἰμι μήτηρ σου, σῶτερ εὔσπλαγχνε·
οὐκ εἰκῇ γαλουχῶ τὸν χορηγὸν τοῦ γάλακτος,
ἀλλὰ ὑπὲρ πάντων ἐγὼ δυσωπῶ σε·
ἐποίησάς με ὅλου τοῦ γένους μου καὶ στόμα καὶ καύχημα·
ἐμὲ γὰρ ἔχει ἡ οἰκουμένη σου
σκέπην κραταιάν, τεῖχος καὶ στήριγμα·
ἐμὲ ὁρῶσιν οἱ ἐκβληθέντες
τοῦ παραδείσου τῆς τρυφῆς, ὅτι ἐπιστρέφω αὐτούς·
λάβῃ αἴσθησιν πάντα δι’ ἐμοῦ ὅτι ἐτέχθης,
παιδίον νέον, ὁ πρὸ αἰώνων Θεός.

Σῶσον κόσμον, σωτήρ· τούτου γὰρ χάριν ἤλυθας·
στῆσον πάντα τὰ σά· τούτου γὰρ χάριν ἔλαμψας
ἐμοὶ καὶ τοῖς μάγοις καὶ πάσῃ τῇ κτίσει·
ἰδοὺ γὰρ μάγοι οἷς ἐνεφάνισας τὸ φῶς τοῦ προσώπου σου,
προσπίπτοντές σοι δῶρα προσφέρουσι
χρήσιμα, καλά, λίαν ζητούμενα·
αὐτῶν γὰρ χρῄζω, ἐπειδὴ μέλλω
ἐπὶ τὴν Αἴγυπτον μολεῖν καὶ φεύγειν σὺν σοὶ διὰ σέ,
ὁδηγέ μου, υἱέ μου, ποιητά μου, πλουτιστά μου,
παιδίον νέον, ὁ πρὸ αἰώνων Θεός.”

13. Ἕτερον κοντάκιον εἰς τὴν ἁγίαν γέννησιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ φέρον ἀκροστιχίδα τήνδε τοῦ ταπεινοῦ Ῥ..

Ὁ πρὸ ἑωσφόρου ἐκ Πατρὸς ἀμήτωρ γεννηθεὶς
ἐπὶ γῆς ἀπάτωρ ἐσαρκώθη σήμερον ἐκ σοῦ·
ὅθεν ἀστὴρ εὐαγγελίζεται μάγοις,
ἄγγελοι δὲ μετὰ ποιμένων ὑμνοῦσι
τὸν ἄσπορον τόκον σου,
ἡ κεχαριτωμένη.

Τὸν ἀγεώργητον βότρυν βλαστήσασα ἡ ἄμπελος
ὡς ἐπὶ κλάδων ἀγκάλαις ἐβάσταζε καὶ ἔλεγεν·
“Σὺ καρπός μου, σὺ ζωή μου,
<σὺ> ἀφ’ οὗ ἔγνων ὅτι καὶ ὃ ἤμην εἰμί, σύ μου Θεός,
τὴν σφραγῖδα τῆς παρθενίας μου ὁρῶν ἀκατάλυτον,
κηρύττω σε ἄτρεπτον Λόγον σάρκα γενόμενον.
Οὐκ οἶδα σποράν, οἶδά σε λύτην τῆς φθορᾶς·
ἁγνὴ γάρ εἰμι, σοῦ προελθόντος ἐξ ἐμοῦ·
ὡς γὰρ εὗρες ἔλιπες μήτραν ἐμήν, φυλάξας σώαν αὐτήν·
διὰ τοῦτο συγχορεύει πᾶσα κτίσις βοῶσά μοι·
Ἡ κεχαριτωμένη.

Οὐκ ἀθετῶ σου τὴν χάριν ἧς ἔχω πεῖραν, δέσποτα·
οὐκ ἀμαυρῶ τὴν ἀξίαν ἧς ἔτυχον τεκοῦσά σε·
τοῦ γὰρ κόσμου βασιλεύω·
ἐπειδὴ κράτος τὸ σὸν ἐβάστασα γαστρί, πάντων κρατῶ·
μετεποίησας τὴν πτωχείαν μου τῇ συγκαταβάσει σου,
σαυτὸν ἐταπείνωσας καὶ τὸ γένος μου ὕψωσας.
Εὐφράνθητέ μοι νῦν ἅμα, γῆ καὶ οὐρανός·
τὸν γὰρ ποιητὴν ὑμῶν βαστάζω ἐν χερσί·
γηγενεῖς, ἀπόθεσθε τὰ λυπηρά, θεώμενοι τὴν χαρὰν
ἣν ἐβλάστησα ἐκ κόλπων ἀμιάντων, καὶ ἤκουσα·
Ἡ κεχαριτωμένη.”

Ὑμνολογούσης δὲ τότε Μαρίας ὃν ἐγέννησε,
κολακευούσης δὲ βρέφος ὃ μόνη ἀπεκύησεν,
ἤκουσεν ἡ ἐν ὀδύναις
τεκοῦσα τέκνα, καὶ γηθομένη τῷ Ἀδὰμ Εὔα βοᾷ·
“Τίς ἐν τοῖς ὠσί μου νῦν ἤχησεν ἐκεῖνο ὃ ἤλπιζον;
Παρθένον τὴν τίκτουσαν τῆς κατάρας τὴν λύτρωσιν,
ἧς μόνη φωνὴ ἔλυσέ μου τὰ δυσχερῆ
καὶ ταύτης γονὴ ἔτρωσε τὸν τρώσαντά με·
ταύτην ἣν προέγραψεν υἱὸς Ἀμώς, ἡ ῥάβδος τοῦ Ἰεσσαὶ
ἡ βλαστήσασά μοι κλάδον οὗ φαγοῦσα οὐ θνήξομαι,
ἡ κεχαριτωμένη.

Τῆς χελιδόνος ἀκούσας κατ’ ὄρθρον κελαδούσης μοι,
τὸν ἰσοθάνατον ὕπνον, Ἀδάμ, ἀφεὶς ἀνάστηθι·
ἄκουσόν μου τῆς συζύγου·
ἐγὼ ἡ πάλαι πτῶμα προξενήσασα βροτοῖς νῦν ἀνιστῶ.
Κατανόησον τὰ θαυμάσια, ἰδὲ τὴν ἀπείρανδρον
διὰ τοῦ γεννήματος ἰωμένην τοῦ τραύματος·
ἐμὲ γάρ ποτε εἷλεν ὁ ὄφις καὶ σκιρτᾷ,
ἀλλ’ ἄρτι ὁρῶν τοὺς ἐξ ἡμῶν φεύγει συρτῶς·
κατ’ ἐμοῦ μὲν ὕψωσε τὴν κεφαλήν, νυνὶ δὲ ταπεινωθεὶς
κολακεύει, οὐ χλευάζει, δειλιῶν ὃν ἐγέννησεν
ἡ κεχαριτωμένη.”

Ἀδὰμ ἀκούσας τοὺς λόγους οὓς ὕφανεν ἡ σύζυγος,
ἐκ τῶν βλεφάρων τὸ βάρος εὐθέως ἀποθέμενος
ἀνανεύει ὡς ἐξ ὕπνου
καὶ οὖς ἀνοίξας ὃ ἔφραξε παρακοὴ οὕτως βοᾷ·
“Γλυκεροῦ ἀκούω κελαδήματος, τερπνοῦ μινυρίσματος,
ἀλλὰ τοῦ μελίζοντος νῦν ὁ φθόγγος οὐ τέρπει με·
γυνὴ γάρ ἐστιν, ἧς καὶ φοβοῦμαι τὴν φωνήν·
ἐν πείρᾳ εἰμί, ὅθεν τὸ θῆλυ δειλιῶ·
ὁ μὲν ἦχος θέλγει με ὡς λιγυρός, τὸ ὄργανον δὲ δονεῖ
μὴ ὡς πάλαι με πλανήσῃ ἐπιφέρουσα ὄνειδος
ἡ κεχαριτωμένη.

Πληροφορήθητι, ἄνερ, τοῖς λόγοις τῆς συζύγου σου·
οὐ γὰρ εὑρήσεις με πάλιν πικρά σοι συμβουλεύουσαν·
τὰ ἀρχαῖα γὰρ παρῆλθε
καὶ νέα πάντα δείκνυσιν ὁ τῆς Μαριὰμ γόνος Χριστός.
Τούτου τῆς νοτίδος ὀσφράνθητι καὶ εὐθέως ἐξάνθησον,
ὡς στάχυς ὀρθώθητι· τὸ γὰρ ἔαρ σε ἔφθασεν,
Ἰησοῦς Χριστὸς πνέει ὡς αὔρα γλυκερά·
τὸν καύσωνα ᾧ ἦς ἀποφυγὼν τὸν αὐστηρόν,
δεῦρο ἀκολούθει μοι πρὸς Μαριάμ,
καὶ αὐτῆς πρὸ τῶν ποδῶν ἐρριμένους θεωροῦσα
εὐθέως σπλαγχνισθήσεται
ἡ κεχαριτωμένη.

Ἔγνων, ὦ γύναι, τὸ ἔαρ καὶ τῆς τρυφῆς ὀσφραίνομαι
ἧς ἐξεπέσαμεν πάλαι· καὶ γὰρ ὁρῶ παράδεισον
νέον, ἄλλον, τὴν παρθένον
φέρουσαν κόλποις αὐτὸ τὸ ξύλον τῆς ζωῆς ὅπερ ποτὲ
Χερουβὶμ ἐτήρει τὸ ἅγιον πρὸς τὸ μὴ ψαῦσαι <ἐ>μέ·
τοῦτο τοίνυν ἄψαυστον ἐγὼ βλέπων φυόμενον,
ᾐσθόμην πνοῆς, σύζυγε, τῆς ζωοποιοῦ
τῆς κόνιν ἐμὲ ὄντα καὶ ἄψυχον πηλὸν
ποιησάσης ἔμψυχον· ταύτης νυνὶ τῇ εὐοσμίᾳ ῥωσθείς,
πορευθῶ πρὸς τὴν ἀνθοῦσαν τὸν καρπὸν τῆς ζωῆς ἡμῶν,
τὴν κεχαριτωμένην.

Ἰδού εἰμι πρὸ ποδῶν σου, παρθένε, μῆτερ ἄμωμε,
καὶ δι’ ἐμοῦ πᾶν τὸ γένος τοῖς ἴχνεσί σου πρόσκειται.
Μὴ παρίδῃς τοὺς τεκόντας,
ἐπειδὴ τόκος ὁ σὸς ἀνεγέννησε νῦν τοὺς ἐν φθορᾷ·
τὸν ἐν Ἅιδῃ παλαιωθέντα με, Ἀδὰμ τὸν πρωτόπλαστον
οἰκτείρησον, θύγατερ, τὸν πατέρα σου στένοντα·
τὰ δάκρυά μου βλέπουσα, σπλαγχνίσθητί μοι
καὶ τοῖς ὀδυρμοῖς κλῖνον τὸ οὖς σου εὐμενῶς·
τὰ δὲ ῥάκη βλέπεις μου ἅπερ φορῶ, ἃ ὄφις ὕφανέ μοι·
ἄμειψόν μου τὴν πενίαν ἐνώπιον οὗ ἔτεκες, ἡ
κεχαριτωμένη.

Ναί, ἡ ἐλπὶς τῆς ψυχῆς μου, κἀμοῦ τῆς Εὔας ἄκουσον
καὶ τῆς ἐν λύπαις τεκούσης τὸ αἶσχος ἀποσόβησον,
ὡς ἰδοῦσα ὅτι πλέον
ἐγὼ ἡ τλήμων τοῖς ὀδυρμοῖς τοῦ Ἀδὰμ τήκω τὴν ψυχήν·
τῆς τρυφῆς γὰρ οὗτος μνησκόμενος ἐμοὶ ἐπανίσταται
κραυγάζων ὡς· Εἴθε μὴ τῆς πλευρᾶς μου ἐβλάστησας·
καλὸν ἦν μή σε λαβεῖν εἰς βοήθειάν μου·
οὐκ ἔπιπτον γὰρ νυνὶ εἰς τοῦτον τὸν βυθόν.
Καὶ λοιπὸν μὴ φέρουσα τοὺς ἐλεγμοὺς
μηδὲ τὸν ὀνειδισμόν, κατακάμπτω τὸν αὐχένα
ἕως οὗ ἀνορθώσῃς με,
ἡ κεχαριτωμένη.

” Οἱ ὀφθαλμοὶ δὲ Μαρίας τὴν Εὔαν θεωρήσαντες
καὶ τὸν Ἀδὰμ κατιδόντες δακρύειν κατηπείγοντο·
ὅμως στέγει καὶ σπουδάζει
νικᾶν τὴν φύσιν ἡ παρὰ φύσιν τὸν Χριστὸν σχοῦσα υἱόν·
ἀλλὰ τὰ σπλάγχνα ἐταράττετο γονεῦσι συμπάσχουσα·
τῷ γὰρ ἐλεήμονι μήτηρ ἔπρεπεν εὔσπλαγχνος.
Διὸ πρὸς αὐτούς· “Παύσασθε τῶν θρήνων ὑμῶν,
καὶ πρέσβις ὑμῖν γίνομαι πρὸς τὸν ἐξ ἐμοῦ·
ὑμεῖς δὲ ἀπώσασθε τὴν συμφοράν,
τεκούσης μου τὴν χαράν· διὰ τοῦτο τὰ τῆς λύπης
ἐκπορθήσουσα ἥκω νῦν
ἡ κεχαριτωμένη.

Υἱὸν οἰκτίρμονα ἔχω καὶ λίαν ἐλεήμονα,
ἐξ ὧν τῇ πείρᾳ ἐπέγνων· προσέχω ὅπως φείδεται·
πῦρ ὑπάρχων, ᾤκησέ με
τὴν ἀκανθώδη καὶ οὐ κατέφλεξεν ἐμὲ τὴν ταπεινήν·
ὡς πατὴρ οἰκτείρει υἱοὺς αὐτοῦ, οἰκτείρει ὁ γόνος μου
τοὺς φοβουμένους αὐτόν, ὡς Δαυὶδ προεφήτευσε.
Τὰ δάκρυα οὖν στείλαντες, ἐκδέξασθέ με
μεσῖτιν ὑμῶν γενέσθαι πρὸς τὸν ἐξ ἐμοῦ·
χαρᾶς γὰρ παραίτιος ὁ γεννηθεὶς
ὁ πρὸ αἰώνων Θεός· ἡσυχάσατε ἀλύπως,
πρὸς αὐτὸν γὰρ εἰσέρχομαι
ἡ κεχαριτωμένη.”

Ῥήμασι τούτοις Μαρία καὶ ἄλλοις δὲ τοῖς πλείοσι
παρακαλέσασα Εὔαν καὶ ταύτης τὸν ὁμόζυγα,
εἰσελθοῦσα πρὸς τὴν φάτνην,
αὐχένα κάμπτει καὶ δυσωποῦσα τὸν υἱὸν οὕτω φησί·
“Ἐπειδή με, ὦ τέκνον, ὕψωσας τῇ συγκαταβάσει σου,
τὸ πενιχρὸν γένος μου δι’ ἐμοῦ νῦν σοῦ δέεται.
Ἀδὰμ γὰρ πρός με ἤλυθε στενάζων πικρῶς·
Εὔα δὲ αὐτῷ ὀδυνωμένη συνθρηνεῖ·
ὁ δὲ τούτων αἴτιος ὄφις ἐστὶν
τιμῆς γυμνώσας αὐτούς· διὰ τοῦτο σκεπασθῆναι
ἐξαιτοῦσι βοῶντές μοι·
Ἡ κεχαριτωμένη.”

Ὡς δὲ τοιαύτας δεήσεις προσήγαγεν ἡ ἄμωμος
Θεῷ κειμένῳ ἐν φάτνῃ, λαβὼν εὐθὺς ὑπέγραφεν·
ἑρμηνεύων τὰ ἐσχάτως,
φησίν· “Ὦ μῆτερ, καὶ διὰ σὲ καὶ διὰ σοῦ σῴζω αὐτούς.
Εἰ μὴ σῶσαι τούτους ἠθέλησα, οὐκ ἂν ἐν σοὶ ᾤκησα,
οὐκ ἂν ἐκ σοῦ ἔλαμψα, οὐκ ἂν μήτηρ μου ἤκουσας·
τὴν φάτνην ἐγὼ διὰ τὸ γένος σου οἰκῶ,
μαζῶν δὲ τῶν σῶν βουλόμενος νῦν γαλουχῶ,
ἐν ἀγκάλαις φέρεις με χάριν αὐτῶν·
ὃν οὐχ ὁρᾷ Χερουβὶμ ἰδοὺ βλέπεις καὶ βαστάζεις
καὶ ὡς υἱὸν κολακεύεις με,
ἡ κεχαριτωμένη.

Μητέρα σε ἐκτησάμην ὁ πλαστουργὸς τῆς κτίσεως
καὶ ὥσπερ βρέφος αὐξάνω ὁ ἐκ τελείου τέλειος·
τοῖς σπαργάνοις ἐνειλοῦμαι
διὰ τοὺς πάλαι χιτῶνας δερματίνους φορέσαντας,
καὶ τὸ σπήλαιόν μοι ἐράσμιον διὰ τοὺς μισήσαντας
τρυφὴν καὶ παράδεισον καὶ φθορὰν ἀγαπήσαντας·
παρέβησάν μου τὴν ζωηφόρον ἐντολήν·
κατέβην εἰς γῆν ἵνα ἔχουσι τὴν ζωήν.
Ἂν δὲ καὶ τὸ ἕτερον μάθῃς, σεμνή,
ὃ μέλλω δρᾶν δι’ αὐτούς, μετὰ πάντων τῶν στοιχείων
σὲ δονεῖ τὸ γενόμενον,
ἡ κεχαριτωμένη.”

Ἀλλὰ τοιαῦτα εἰπόντος τοῦ πᾶσαν γλῶσσαν πλάσαντος
καὶ τῆς μητρὸς τῇ δεήσει ταχέως ὑπογράψαντος,
ἔτι εἶπεν ἡ Μαρία·
“Ἐὰν λαλήσω, μὴ ὀργισθῇς μοι τῇ πηλῷ, ὦ πλαστουργέ·
ὡς πρὸς τέκνον παρρησιάσομαι· θαρρῶ ὡς σὲ γεννήσασα·
σύ μοι γὰρ τῷ τόκῳ σου πᾶσαν καύχησιν δέδωκας.
Ὃ μέλλεις τελεῖν τί ἐστι θέλω νῦν μαθεῖν·
μὴ κρύψῃς ἐμοὶ τὴν ἀπ’ αἰῶνός σου βουλήν·
ὅλον σε ἐγέννησα· φράσον τὸν νοῦν
ὃν ἔχεις περὶ ἡμᾶς, ἵνα μάθω καὶ ἐκ τούτου
ὅσης ἔτυχον χάριτος
ἡ κεχαριτωμένη.

Νικῶμαι διὰ τὸν πόθον ὃν ἔχω πρὸς τὸν ἄνθρωπον”,
ὁ ποιητὴς ἀπεκρίθη. “Ἐγώ, δούλη καὶ μῆτερ μου,
οὐ λυπῶ σε· γνωριῶ σοι
ἃ θέλω πράττειν καὶ θεραπεύσω σου ψυχήν, ὦ Μαριάμ.
Τὸν ἐν ταῖς χερσί σου φερόμενον τὰς χεῖρας ἡλούμενον
μετὰ μικρὸν ὄψει με, ὅτι στέργω τὸ γένος σου·
ὃν σὺ γαλουχεῖς ἄλλοι ποτίσουσι χολήν·
ὃν καταφιλεῖς μέλλει πληροῦσθαι ἐμπτυσμῶν·
ὃν ζωὴν ἐκάλεσας, ἔχεις ἰδεῖν
κρεμάμενον ἐν σταυρῷ καὶ δακρύσεις ὡς θανόντα,
ἀλλ’ ἀσπάσει μ”ε ἀ”ναστάντα,
ἡ κεχαριτωμένη.

Ὅλων δὲ τούτων ἐν πείρᾳ βουλήσει μου γενήσομαι,
καὶ πάντων τούτων αἰτία διάθεσις γενήσεται
ἣν ἐκ πάλαι ἕως ἄρτι
πρὸς τοὺς ἀνθρώπους ἐπεδειξάμην ὡς Θεός, σῶσαι ζητῶν.”
Μαριὰμ δὲ τούτων ὡς ἤκουσεν ἐκ βάθους ἐστέναξε
βοῶσα· “Ὦ βότρυς μου, μὴ ἐκθλίψωσί σε ἄνομοι·
βλαστήσαντός σου μὴ ὄψωμαι τέκνου σφαγήν.”
Ὁ δὲ πρὸς αὐτὴν ἔφησεν οὕτως εἰπών·
“Παῦσαι, μῆτερ, κλαίουσα ὃ ἀγνοεῖς·
ἐὰν γὰρ μὴ τελεσθῇ, ἀπολοῦνται οὗτοι πάντες
ὑπὲρ ὧν ἱκετεύεις με,
ἡ κεχαριτωμένη.

Ὕπνον δὲ νόμισον εἶναι τὸν θάνατόν μου, μῆτερ μου·
τρεῖς γὰρ ἡμέρας τελέσας ἐν μνήματι θελήματι,
μετὰ ταῦτα σοὶ ὁρῶμαι
ἀναβιώσας καὶ ἀνακαινίσας τὴν γῆν καὶ τοὺς ἐκ γῆς.
Ταῦτα, μῆτερ, πᾶσιν ἀνάγγειλον, ἐν τούτοις πλουτίσθητι,
ἐκ τούτων βασίλευσον, διὰ τούτων εὐφράνθητι.”
Ἐξῆλθεν εὐθὺς ἡ Μαριὰμ πρὸς τὸν Ἀδάμ,
εὐαγγελισμὸν φέρουσα τῇ Εὔᾳ φησί·
“Τέως ἡσυχάσατε ὅσον μικρόν·
ἠκούσατε γὰρ αὐτοῦ ἅπερ εἶπεν ὑπομεῖναι
δι’ ὑμᾶς τοὺς βοῶντάς μοι·
Ἡ κεχαριτωμένη.”

14. Κοντάκιον μεθεόρτιον τῆς Χριστοῦ γεννήσεως φέρον ἀκροστιχίδα τήνδε ὁ ὕμνος Ῥωμανοῦ ἦχος δ οἱ οἶκοι Ἡ προσευχ..

15. Εἰς τοὺς στίχους στιχηρά ἦχος πλ β ἔχοντα ἀκροστιχίδα αἶνος ταπεινοῦ Ῥωμανοῦ εἰς τὰ γενέθλια

16. Μηνὶ φεβρουαρίῳ β κοντάκιον εἰς τὴν ὑπαπαντὴν τοῦ Κυρίου ἦχος α φέρον ἀκροστιχίδα τοῦτο Ῥωμανοῦ τὸ ἔπος πρός..

Χορὸς ἀγγελικὸς ἐκπληττέσθω τὸ θαῦμα,
βροτοὶ δὲ ταῖς φωναῖς ἀνακράξωμεν ὕμνον,
ὁρῶντες τὴν ἄφατον τοῦ Θεοῦ συγκατάβασιν·
ὃν γὰρ τρέμουσι τῶν οὐρανῶν αἱ δυνάμεις,
νῦν γηράλαιαι ἐναγκαλίζονται χεῖρες
τὸν μόνον φιλάνθρωπον.

Προοίμιον ι
ιὉ σάρκα δι’ ἡμᾶς ἐκ παρθένου φορέσας
καὶ βρέφος βασταχθεὶς ἐν ἀγκάλαις πρεσβύτου,
τὸ κέρας ἀνύψωσον τῶν πιστῶν βασιλέων ἡμῶν·
τούτους κράτυνον ἐν τῇ δυνάμει σου, Λόγε,
τούτων εὔφρανον τὴν εὐσεβῆ βασιλείαν,
ὁ μόνος φιλάνθρωπος.

Προοίμιον ιι
Ὁ μήτραν παρθενικὴν ἁγιάσας τῷ τόκῳ σου
καὶ χεῖρας τοῦ Συμεὼν εὐλογήσας, ὡς ἔπρεπε,
προφθάσας καὶ νῦν ἔσωσας ἡμᾶς, Χριστὲ ὁ Θεός·
ἀλλ’ εἰρήνευσον ἐν πολέμοις τὸ πολίτευμα
καὶ κραταίωσον βασιλέας οὓς ἠγάπησας,
ὁ μόνος φιλάνθρωπος.

Τῇ Θεοτόκῳ προσδράμωμεν οἱ βουλόμενοι
κατιδεῖν τὸν υἱὸν αὐτῆς πρὸς Συμεὼν ἀπαγόμενον·
ὅνπερ οὐρανόθεν οἱ ἀσώματοι βλέποντες ἐξεπλήττοντο λέγοντες·
“Θαυμαστὰ θεωροῦμεν νυνὶ καὶ παράδοξα, ἀκατάληπτα, ἄφραστα·
ὁ τὸν Ἀδὰμ γὰρ δημιουργήσας βαστάζεται ὡς βρέφος·
ὁ ἀχώρητος χωρεῖται ἐν ἀγκάλαις τοῦ πρεσβύτου·
ὁ ἐπὶ τῶν κόλπων τῶν ἀπεριγράπτων ὑπάρχων τοῦ πατρὸς αὐτοῦ
ἑκὼν περιγράφεται σαρκί, οὐ θεότητι,
ὁ μόνος φιλάνθρωπος.”

Ὅτε δὲ ταῦτα ἐφθέγξαντο, ἀοράτως μὲν προσεκύνουν τὸν Κύριον,
ἀνθρώπους δὲ ἐμακάριζον ὅτι
ὁ ἐπ’ ὤμων Χερουβὶμ ἐποχούμενος σὺν αὐτοῖς πολιτεύεται·
ὅτι τοῖς γηγενέσιν ἐφάνη εὐπρόσιτος ὁ ἀγγέλοις ἀπρόσιτος·
ὅτι ὁ φέρων καὶ περιέπων τὰ σύμπαντα ὡς κτίστης,
ὁ τὰ βρέφη διαπλάττων ἐν κοιλίαις τῶν μητέρων
γέγονεν ἀτρέπτως βρέφος ἐκ παρθένου, καὶ ἔμεινεν ἀχώριστος
πατρὸς καὶ τοῦ πνεύματος ὁ τούτων συνάναρχος,
ὁ μόνος φιλάνθρωπος.

Ὕμνουν ἐν τούτοις οἱ ἄγγελοι τὸν φιλάνθρωπον,
Μαριὰμ δὲ ἐβάδιζεν ἀγκάλαις τοῦτον βαστάζουσα,
καὶ διενοεῖτο πῶς καὶ μήτηρ ἐγένετο καὶ παρθένος διέμεινεν.
Ὑπὲρ φύσιν γινώσκουσα εἶναι τὴν γέννησιν, ἐφοβεῖτο καὶ ἔφριττε·
καθ’ ἑαυτὴν δὲ λογιζομένη, ἐφθέγγετο τοιαῦτα·
“Ποίαν εὕρω, ὑιέ μου, ἐπὶ σοὶ προσηγορίαν;
Ἐὰν γάρ, ὡς βλέπω, ἄνθρωπόν σε εἴπω, ὑπάρχεις ὑπὲρ ἄνθρωπον,
ὁ τὴν παρθενίαν μου φυλάξας ἀκήρατον,
ὁ μόνος φιλάνθρωπος.

Τέλειον ἄνθρωπον εἴπω σε; Ἀλλ’ ἐπίσταμαι
θεικήν σου τὴν σύλληψιν·
οὐδεὶς ἀνθρώπων γὰρ πώποτε
δίχα συνουσίας καὶ σπορᾶς συλλαμβάνεται
ὥσπερ σύ, ἀναμάρτητε·
κἂν Θεόν σε καλέσω, θαυμάζω ὁρῶσά σε κατὰ πάντα μοι ὅμοιον,
οὐδὲ γὰρ ἔχεις παρηλλαγμένον οὐδὲν τῶν ἐν ἀνθρώποις,
εἰ καὶ δίχα ἁμαρτίας συνελήφθης καὶ ἐτέχθης.
Γαλακτοτροφήσω ἢ δοξολογήσω; Θεὸν γάρ σε τὰ πράγματα
κηρύττουσιν ἄχρονον, κἂν γέγονας ἄνθρωπος,
ὁ μόνος φιλάνθρωπος.”

Οὕτως εἰσήχθη ὁ Κύριος βασταζόμενος
σὺν τοῖς ὁλοκαυτώμασιν ἐν τῷ ναῷ, καθὼς γέγραπται,
ὅνπερ ἐξ ἀγκάλων τῆς μητρὸς ὑπεδέξατο Συμεὼν ὁ μακάριος·
ἡ χαρὰ καὶ ὁ φόβος συνεῖχε τὸν δίκαιον· τῆς ψυχῆς γὰρ τοῖς ὄμμασι
τῶν ἀρχαγγέλων καὶ τῶν ἀγγέλων τὰ τάγματα ἑώρα
μετὰ φόβου παρεστῶτα καὶ Χριστὸν δοξολογοῦντα.
Καὶ καθικετεύων ἐν τῇ διανοίᾳ ἐβόα· “Σύ με φύλαξον,
καὶ μὴ καταφλέξῃ με τὸ πῦρ τῆς θεότητος,
ὁ μόνος φιλάνθρωπος.

Ῥώννυμαι νῦν ὁ ταλαίπωρος, ὅτι εἶδόν σου
τὸ σωτήριον, Κύριε.
Σὺ χαρακτὴρ ὁ παντέλειος τῆς ἀκαταλήπτου πατρικῆς ὑποστάσεως,
ὁ φωστὴρ ὁ ἀπρόσιτος, ἡ σφραγὶς τῆς θεότητος ἡ ἀπαράλλακτος,
τὸ τῆς δόξης ἀπαύγασμα τὸ καταλάμπον τὰς τῶν ἀνθρώπων ψυχὰς ἐν ἀληθείᾳ,
ὁ ὑπάρχων πρὸ αἰώνων καὶ τὰ σύμπαντα ποιήσας·
φῶς γὰρ τηλαυγὲς εἶ, φῶς τὸ τοῦ πατρός σου, ἀσύγχυτον, ἀορίστον
καὶ ἀπερινόητον, κἂν γέγονας ἄνθρωπος,
ὁ μόνος φιλάνθρωπος.

Ὦ ἀγαθὲ καὶ φιλάνθρωπε, τὰς τοῦ Ἄβελ σὺ
προσφορὰς προσεδέξω πρὶν καὶ τὰς τῶν ἄλλων δικαίων σου·
τίνι τὴν θυσίαν καὶ τὰ ὁλοκαυτώματα
προσκομίζεις, πανάγιε;
Ὅτι μείζονα ἄλλον οὐκ ἔχεις ἐπίσταμαι, ἀσυλλόγιστε Κύριε·
ὁ γὰρ πατήρ σου τὸ κατ’ οὐσίαν οὐδέν σου ὑπερέχει·
ὁμοούσιος γὰρ τούτου καὶ συνάναρχος ὑπάρχεις·
ἀλλὰ ἵνα δείξῃς ὡς ἐν ἀληθείᾳ ὑπάρχεις ὅπερ γέγονας,
ὡς φύλαξ τοῦ νόμου σου θυσίαν προσήνεγκας,
ὁ μόνος φιλάνθρωπος.

Μέγας ὑπάρχεις καὶ ἔνδοξος, ὃν ἐγέννησεν
ἀπορρήτως ὁ ὕψιστος, υἱὲ Μαρίας πανάγιε.
Ἕνα γάρ σε λέγω ὁρατὸν καὶ ἀόρατον,
χωρητὸν καὶ ἀχώρητον·
κατὰ φύσιν Θεοῦ ὑιὸν προαιώνιον καὶ νοῶ καὶ πιστεύω σε·
ὁμολογῶ δὲ καὶ ὑπὲρ φύσιν υἱόν σε τῆς παρθένου.
Διὰ τοῦτο καὶ τολμήσας ὥσπερ λύχνον σε κατέχω·
πᾶς γὰρ ὁ βαστάζων λύχνον ἐν ἀνθρώποις φωτίζεται, οὐ φλέγεται·
διό με καταύγασον, ὁ λύχνος ὁ ἄσβεστος,
ὁ μόνος φιλάνθρωπος.”

Ἀκούουσα ταῦτα παρίστατο καὶ ἐξίστατο
ἡ παρθένος ἡ ἄσπιλος, πρὸς ἣν ὁ γέρων ἐφθέγξατο·
“Πάντες οἱ προφῆται τὸν υἱόν σου ἐκήρυξαν
ὃν ἀσπόρως ἐγέννησας·
περὶ σοῦ δὲ προφήτης πρὸς τούτοις ἐκέκραγε καὶ τὸ θαῦμα κατήγγειλεν
ὅτι ἡ πύλη ἡ κεκλεισμένη ὑπάρχεις, Θεοτόκε·
διὰ σοῦ γὰρ καὶ εἰσῆλθε καὶ ἐξῆλθεν ὁ δεσπότης,
καὶ οὐκ ἠνεῴχθη οὐδὲ ἐκινήθη ἡ πύλη τῆς ἁγνείας σου
ἣν μόνος διώδευσε καὶ σώαν ἐφύλαξεν
ὁ μόνος φιλάνθρωπος.

Νῦν γνωριῶ σοι καὶ ἅπαντα προφητεύσω σοι,
παναγία, ἀμώμητε·
εἰς πτῶσιν γὰρ καὶ ἀνάστασιν κεῖται ὁ υἱός σου, ἡ ζωὴ καὶ ἡ λύτρωσις
καὶ ἡ πάντων ἀνάστασις·
οὐχ ἵν’ ἄλλοι μὲν πίπτουσιν, ἄλλοι δ’ ἀνίστανται ἐπεφάνη ὁ Κύριος·
οὐδὲ γὰρ χαίρει ὁ πανοικτίρμων τῇ πτώσει τῶν ἀνθρώπων,
οὐ προφάσει τε ἐπέστη τοῦ πεσεῖν τοὺς ἱσταμένους,
ἀλλὰ τοὺς πεσόντας μᾶλλον ἀναστῆσαι σπουδάζων παρεγένετο,
θανάτου λυτρούμενος τὸ πλάσμα τὸ ἴδιον
ὁ μόνος φιλάνθρωπος.

Οὗτος ὁ τρόπος τῆς πτώσεως καὶ ἐγέρσεως
τοῖς δικαίοις καθέστηκεν ἐν ἐπιλάμψει τῆς χάριτος·
τῇ μὲν ἁμαρτίᾳ οἱ ἱστάμενοι πίπτουσι
καὶ νεκροὶ ἀποδείκνυνται·
τῇ δὲ δικαιοσύνῃ καὶ πίστει ἀνίστανται καὶ συζῶσι τῇ χάριτι·
καὶ καθαιρεῖται καὶ καταπίπτει τοῦ σώματος τὰ πάθη·
ἡ ψυχὴ δὲ διαλάμπει ἀρεταῖς ταῖς πρὸς τὸ θεῖον.
Ὅταν γὰρ τελείως πέσῃ ἡ πορνεία, ἡ σωφροσύνη ἵσταται·
τὸ χεῖρον οὖν ἔσβεσε, τὸ κρεῖττον δ’ ἀνέστησεν
ὁ μόνος φιλάνθρωπος.

Ὑπὸ Χριστοῦ ἐνεργούμενος, προμηνύω σοι
ὡς ἐντεῦθεν γενήσεται σημεῖον ἀντιλεγόμενον·
ἔσται δὲ σημεῖον ὁ σταυρὸς ὅνπερ στήσουσι
τῷ Χριστῷ οἱ παράνομοι·
τὸν σταυρούμενον ἄλλοι Θεὸν μὲν κηρύξουσιν,
ἄλλοι δὲ πάλιν ἄνθρωπον,
καὶ ἀσεβείας καὶ εὐσεβείας τὰ δόγματα κινοῦνται·
καὶ οὐράνιόν τινες μὲν ὑποπτεύσουσι τὸ σῶμα, ἄλλοι φαντασίαν·
ἕτεροι δὲ πάλιν ἐκ σοῦ τὴν σάρκα ἄψυχον
καὶ ἕτεροι ἔμψυχον φασὶν ὡς ἀνέλαβεν
ὁ μόνος φιλάνθρωπος.

Τοσοῦτον δὲ τὸ μυστήριον ἀντιλέγεται
ὅτι ἐν διανοίᾳ σου γενήσεται ἀμφισβήτησις.
Καὶ γὰρ ὅταν ἴδῃς τῷ σταυρῷ προσηλούμενον
τὸν υἱόν σου, ἀμώμητε, μεμνημένη τῶν λόγων ὧν εἶπεν ὁ ἄγγελος καὶ τῆς θείας συλλήψεως
καὶ τῶν θαυμάτων τῶν ἀπορρήτων, ἀμφιβαλεῖς εὐθέως·
ὡς ῥομφαία δέ σοι ἔσται ἡ διάκρισις τοῦ πάθους·
ἀλλὰ μετὰ ταῦτα ἴασιν ταχεῖαν ἐκπέμψει τῇ καρδίᾳ σου
καὶ τοῖς μαθηταῖς αὐτοῦ εἰρήνην ἀήττητον
ὁ μόνος φιλάνθρωπος.”

Ὅτε δὲ ταῦτα ἐφθέγξατο πρὸς τὴν ἄμεμπτον,
ὁ πρεσβύτης ὁ δίκαιος πρὸς τὸ παιδίον ἐβόησε·
“Νῦν με ἀπολύεις ἐν εἰρήνῃ τὸν δοῦλόν σου,
ὅτι εἶδόν σε, Κύριε·
πρὸς ζωήν με ἀπόλυσον τὴν ἀτελεύτητον,
ἡ ζωὴ ἡ ἀνείκαστος,
ἐπειδὴ τοῦτό μοι ἐπηγγείλω πρὶν ἔλθῃς ἐν τῷ κόσμῳ·
τοῦ οὖν λόγου σου τὸν ὅρον διατήρησόν μοι, Λόγε·
πρὸς τὸν Ἀβραάμ με καὶ τοὺς πατριάρχας ἀπόστειλον, πανάγιε,
καὶ τῶν ἐπικήρων με ταχέως ἀπόλυσον,
ὁ μόνος φιλάνθρωπος.

Ἔστι γάρ, ἔστι πολύστονα καὶ ἐπίμοχθα
τὰ παρόντα ὡς πρόσκαιρα καὶ τέλος πάντως δεχόμενα·
ὅθεν διὰ τοῦτο τοὺς δικαίους σου ἅπαντας
τῶν ἐντεῦθεν μετέστησας·
τὸν Ἐνὼχ καὶ Ἠλίαν θανάτου μὴ γεύσασθαι προμηθούμενος, Κύριε,
ἐκ τῶν ἐνταῦθα μετατεθῆναι εὐδόκησας ἀρρήτως,
ἵνα ὦσιν ἐν χωρίοις φωτεινοῖς καὶ ἀστενάκτοις.
Νῦν οὖν τῶν προσκαίρων χώρισόν με, κτίστα, καὶ τὴν ψυχήν μου πρόσδεξαι,
καὶ συγκαταρίθμησον κἀμὲ τοῖς ἁγίοις σου,
ὁ μόνος φιλάνθρωπος.

Πάντων ζωὴ καὶ ἀνάστασις παραγέγονας
διὰ σὴν ἀγαθότητα·
τῆς οὖν ζωῆς με ἀπόλυσον ταύτης, ὁ Θεός μου, τῇ ζωῇ δὲ παράπεμψον
τῇ ἀφθάρτῳ ὡς ἄφθαρτος·
αἰσθητῷ μὲν θανάτῳ παράδος τὸ σῶμά μου ὥσπερ πάντων τῶν φίλων σου,
τὴν νοητὴν δὲ καὶ αἰωνίαν ζωήν μοι δός, οἰκτίρμων·
ὡς ἐν σώματί σε εἶδον καὶ βαστάσαι ἠξιώθην,
ἴδω σου τὴν δόξαν τὴν σὺν τῷ πατρί σου καὶ τῷ ἁγίῳ πνεύματι·
κἀκεῖ γὰρ μεμένηκας καὶ ὧδε ἐλήλυθας,
ὁ μόνος φιλάνθρωπος.”

Ὁ βασιλεὺς τῶν δυνάμεων προσεδέξατο
τοῦ δικαίου τὴν δέησιν καὶ ἀοράτως ἐφθέγξατο·
“Νῦν σε ἀπολύω τῶν προσκαίρων, ὦ φίλε μου,
πρὸς χωρία αἰώνια· τῷ Μωσῇ καὶ τοῖς ἄλλοις προφήταις ἐκπέμπω σε·
τούτοις πᾶσιν ἐξάγγειλον
ὅτι ὃν εἶπον ἐν προφητείαις, ἰδοὺ παρεγενόμην
καὶ ἐτέχθην ἐκ παρθένου, ὡς προήγγειλαν ἐκεῖνοι·
ὤφθην τοῖς ἐν κόσμῳ καὶ συνανεστράφην ἀνθρώποις, ὡς ἐκήρυξαν·
ταχέως δὲ φθάνω σε λυτρούμενος ἅπαντας,
ὁ μόνος φιλάνθρωπος.”

Σὲ δυσωποῦμεν, πανάγιε, ἀνεξίκακε,
ἡ ζωὴ καὶ ἀνάκλησις, πηγὴ ἡ τῆς ἀγαθότητος, βλέψον οὐρανόθεν καὶ ἐπίσκεψαι ἅπαντας
τοὺς ἀεὶ πεποιθότας σοι· ἐξ ὀργῆς καὶ ἀνάγκης καὶ θλίψεως λύτρωσαι τὴν ζωὴν ἡμῶν, Κύριε,
καὶ ἐν τῇ πίστει τῆς ἀληθείας ὁδήγησον τοὺς πάντας
ταῖς πρεσβείαις τῆς ἁγίας Θεοτόκου καὶ παρθένου. Σῶσόν <σου> τὸν κόσμον, σῶσόν σου τὴν ποίμνην, καὶ πάντας περιποίησαι,
ὁ δι’ ἡμᾶς ἄνθρωπος ἀτρέπτως γενόμενος,
ὁ μόνος φιλάνθρωπος.

17. Μηνὶ τῷ αὐτῷ κθ κοντάκιον τῶν ἁγίων νηπίων φέρον ἀκροστιχίδα τήνδε τοῦ ταπεινοῦ Ῥωμανοῦ ἦχος πλ β πρός Τὴν ὑ..

18. Μηνὶ ἰανουαρίῳ κοντάκιον εἰς τὰ ἅγια φῶτα ἦχος δ φέρον ἀκροστιχίδα τοῦ ταπεινοῦ Ῥωμανοῦ. Προοίμιον . Προοίμ..

19. Μηνὶ ἰανουαρίῳ ζ κοντάκιον εἰς τὸν Πρόδρομον καὶ εἰς τὸ βάπτισμα καὶ εἰς τὸν Ἀδάμ ἦχ πλ β φέρον ἀκροστιχίδα ..

20. Τῇ δ τῆς β ἑβδομάδος κοντάκιον εἰς τὸν ἐν Κανᾷ γάμον φέρον ἀκροστιχίδα τήνδε τὸ ἔπος Ῥωμανοῦ ταπεινοῦ ἦχος π..

21. Κυριακῇ δ τοῦ Πάσχα κοντάκιον εἰς τὴν Σαμαρείτιδα φέρον ἀκροστιχίδα τήνδε τοῦ ταπεινοῦ Ῥωμανοῦ αἶνος ἦχος β ..

22. Τῇ δ τῆς γ ἑβδομάδος τοῦ πάσχα κοντάκιον εἰς τὸν λεπρόν φέρον ἀκροστιχίδα τήνδε τοῦ ταπεινοῦ Ῥωμανοῦ ἦχος δ ..

23. Τῇ μεγάλῃ τετράδι κοντάκιον εἰς τὴν πόρνην ἰδιόμελον φέρον ἀκροστιχίδα τήνδε τοῦ ταπεινοῦ Ῥωμανοῦ ἦχος πλ δ…

24. Τῇ δ τῆς ε ἑβδομάδος κοντάκιον εἰς τὸν ἐσχηκότα τὸν λεγεῶνα τῶν δαιμόνων φέρον ἀκροστιχίδα τήνδε ὁ Ψαλμὸς οὗ..

25. Τῇ δ τῆς ἕκτης ἑβδομάδος κοντάκιον εἰς τὴν αἱμόρρουν φέρον ἀκροστιχίδα τήνδε ψαλμὸς τοῦ κυροῦ Ῥωμανοῦ ἦχος π..

26. Τῇ δ τῆς ζ ἑβδομάδος κοντάκιον εἰς τοὺς πέντε ἄρτους φέρον ἀκροστιχίδα τήνδε ποίημα Ῥωμανοῦ τοῦ ταπεινοῦ ἦχο..

27. Κυριακῇ ε κοντάκιον εἰς τὸν ἐκ γενετῆς τυφλόν ἦχος δ πρός Ἐπεφάνης Τῇ Γαλιλαίᾳ. Προοίμιο

28. Τῷ σαββάτῳ τῆς ἑβδομάδος τῶν νηστειῶν κοντάκιον ᾀδόμενον εἰς τὸν δίκαιον καὶ τετραήμερον Λάζαρον φέρον ἀκρο..

29. Ἕτερον κοντάκιον εἰς τὸν ὅσιον καὶ δίκαιον Λάζαρον τὸν τετραήμερον φέρον ἀκροστιχίδα τήνδε τοῦ ταπεινοῦ Ῥωμα..

30. Προοίμιο

31. Τῇ κυριακῇ τῆς β ἑβδομάδος τῶν νηστειῶν κοντάκιον κατανυκτικὸν εἰς τὸν ἄσωτον υἱόν φέρον ἀκροστιχίδα τήνδε δ..

32. Κυριακῇ πρὸ τῆς ἀποκρέου κονδάκιον εἰς τὸν ἄσωτον υἱόν φέρον ἀκροστιχίδα τήνδε τοῦ ταπεινοῦ Ῥωμανοῦ ἦχος α π..

33. Ἕτερον κοντάκιον εἰς τὰς ι παρθένους φέρον ἀκροστιχίδα τήνδε τοῦ ταπεινοῦ Ῥωμανοῦ τοῦτο τὸ ποίημα ἦχος δ πρό..

34. Προοίμιον . Προοίμιον

35. Τῇ κυριακῇ τῆς ἑβδομάδος τῶν νηστειῶν κοντάκιον εἰς τὰ βαία φέρον ἀκροστιχίδα τήνδε εἰς τὰ βαία Ῥωμανοῦ ἦχο..

36. Ἕτερον κοντάκιον τῇ ἁγίᾳ καὶ μεγάλῃ πέμπτῃ εἰς τὸν νιπτῆρα φέρον ἀκροστιχίδα τήνδε τοῦ ταπεινοῦ Ῥωμανοῦ ποίη..

37. Τῇ ἁγίᾳ καὶ μεγάλῃ πέμπτῃ κοντάκιον α κοντάκιον εἰς τὴν ἄρνησιν Πέτρου φέρον ἀκροστιχίδα τήνδε τοῦ ταπεινοῦ ..

38. Κοντάκιον ἕτερον τῇ μεγάλῃ παρασκευῇ εἰς τὸ πάθος τοῦ Κυρίου καὶ εἰς τὸν θρῆνον τῆς Θεοτόκου φέρον ἀκροστιχί..

39. Κοντάκιον ᾀδόμενον τῇ μεγάλῃ παρασκευῇ φέρον ἀκροστιχίδα τήνδε εἰς τὸ πάθος ψαλμὸς Ῥωμανοῦ ἦχος γ ἰδιόμελον…

40. Τῇ ε τῆς ε ἑβδομάδος τῶν νηστειῶν κοντάκιον κατανυκτικὸν ψαλλόμενον ἡνίκα καὶ ὁ μέγας κανὼν ᾄδεται φέρον ἀκρ..

41. Τῇ τετράδι τῆς μεσονηστίμου κοντάκιον σταυρώσιμον φέρον ἀκροστιχίδα τήνδε τοῦ ταπεινοῦ Ῥωμανοῦ ἦχος βαρύς ἰδ..

42. Τῇ παρασκευῇ τῆς μεσονηστίμου κοντάκιον εἰς τὴν προσκύνησιν τοῦ τιμίου σταυροῦ φέρον ἀκροστιχίδα τήνδε τοῦτο..

43. Κοντάκιον εἰς τὴν τριήμερον καὶ ζωοποιὸν καὶ ὑπέρλαμπρον ἀνάστασιν τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησο..

44. Ἕτερον κοντάκιον εἰς τὴν τριήμερον ἀνάστασιν τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ φέρον ἀκροστιχίδα τήν..

45. Ἕτερον κοντάκιον ἀναστάσιμον φέρον ἀκροστιχίδα τήνδε τοῦ ταπεινοῦ Ῥωμανοῦ αἶνος ἦχος πλάγιος β ἰδιόμελον πρ..

46. Ἕτερον κοντάκιον ἀναστάσιμον φέρον ἀκροστιχίδα τήνδε τοῦ ταπεινοῦ Ῥωμανοῦ αἶνος εἰς τὸ πάθος ἦχος πλάγιος β ..

47. Ἕτερον κοντάκιον ἀναστάσιμον φέρον ἀκροστιχίδα τήνδε ᾠδὴ Ῥωμανοῦ. Προοίμιο

48. Κυριακῇ γ κοντάκιον εἰς τὴν ἀνάστασιν τοῦ Κυρίου καὶ εἰς τὰς δέκα δραχμάς φέρον ἀκροστιχίδα τήνδε τοῦτο ταπε..

49. Κοντάκιον εἰς τὴν καινὴν κυριακὴν καὶ εἰς τὸν Θωμᾶν φέρον ἀκροστιχίδα τήνδε τοῦ ταπεινοῦ Ῥωμανοῦ ἦχος πλάγιο..

50. Μηνὶ ἰουνίῳ λ κονδάκιον τῶν ἁγίων ἀποστόλων ἦχος β. Προοίμιον . Προοίμιον ι

51. Τῇ ε τῆς ἑβδομάδος κοντάκιον εἰς τὴν ἀνάληψιν τοῦ κυρίου καὶ Θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ φέρον ἀκρο..

52. Κυριακῇ ἑβδόμῃ κοντάκιον εἰς τὴν ἁγίαν Πεντηκοστήν φέρον ἀκροστιχίδα τήνδε τοῦ ταπεινοῦ Ῥωμανοῦ ἦχος πλάγιος..

53. Τῇ κυριακῇ τῆς ἀποκρέου κονδάκιον τῆς δευτέρας παρουσίας τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ Ῥωμανοῦ ἦχος α φέρον ..

54. Τῇ ἁγίᾳ καὶ μεγάλῃ τρίτῃ κοντάκιον ᾀδόμενον εἰς τὰς δέκα παρθένους οὗ ἡ ἀκροστιχίς τοῦ ταπεινοῦ Ῥωμανοῦ ἦχος..

55. Κοντάκιον ἕτερον εἰς τοὺς νεοφωτίστους φέρον ἀκροστιχίδα τήνδε τοῦ ταπεινοῦ Ῥωμανοῦ αἶνος ἦχος πλάγιος α ἰδι..

56. Τῷ σαββάτῳ τῆς τυροφάγου κοντάκιον πολλὴν ἔχον ὠφέλειαν καὶ κατάνυξιν ψαλλόμενος εἰς ὁσίους μοναχούς ἀσκητὰς..

57. Τῇ δ τῆς γ ἑβδομάδος τῶν νηστειῶν κοντάκιον κατανυκτικὸν ψαλλόμενον εἰς ἕκαστον σεισμὸν καὶ ἐμπρησμόν φέρον ..

58. Τῇ δ τῆς ε ἑβδομάδος τῶν νηστειῶν κοντάκιον κατανυκτικὸν φέρον ἀκροστιχίδα τήνδε προσευχὴ Ῥωμανοῦ ἦχος πλάγι..

59. Εὐχὴ κατὰ στίχον ποίημα Ῥωμανοῦ τοῦ Μελῳδο

60. Η ΩΔΗ ΡΩΜΑΝΟΥ. Ἰδιόμελο. Ἡ προσευχή

61. ΤΟΥ ΤΑΠΕΙΝΟΥ ΡΩΜΑΝΟΥ. Ἰδιόμελο. Ἰδιόμελο. Ἰδιόμελον

62. ΤΟΥ ΤΑΠΕΙΝΟΥ ΡΩΜΑΝΟΥ ΤΟ ΕΠΟΣ. Ἰδιόμελο. Τὰ ῥήματα τοῦ Χριστοῦ

63. ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΚΥΡΙΟΥ. Ἰδιόμελο. Τὸ ἰατρεῖον τῆς μετανοίας

64. ΤΟΥ ΚΥΡΟΥ ΡΩΜΑΝΟΥ ΕΠΗΗ. Ἰδιόμελο. Χορὸς ἀγγελικός . Χορὸς ἀγγελικός . Τὸ φοβερόν σου κριτήρων

65. ΤΟΥ ΤΑΠΙΝΟΥ ΡΩΜΑΝΟΥΥ. Τὴν ὑπὲρ ἡμῶν . Τὴν ὑπὲρ ἡμῶν . Τὰ τῆς γῆς

66. Ο ΑΙΝΟΣ ΡΩΜΑΝΟΥ Δ. Ὡς ἀπαρχάς . Ἰδιόμελο. Οἱ ἐν πάσῃ τῇ γῇ

67. ΥΜΝΟΣΣ ΕΙΣ ΤΟΝ ΘΕΟΛΟΓΟΝ ΡΩΜΜΑΝΟΥ. Ἰδιόμελο. Τράνωσον α

68. ΕΙΣ ΤΟΝ ΠΡΟΔΡΡΟΜΜΟΝ ΔΑΟΜΙΤΙΟΥ ΡΩΜΑΝΟΥ. Ἡ παρθένος σήμερο. Ἡ παρθένος σήμερο. Τὴν Ἐδὲμ Βηθλεέμ β

69. ΕΙΣ ΤΟΝ ΑΡΧΙΣΤΡΑΤΗΓΟΝ. Ἰδιόμελο. Τράνωσον α

70. ΤΟΟΥ ΤΑΠΕΙΝΟΥ ΡΩΜΑΝΟΥ. Τὴν ὑπὲρ ἡμῶ. Τὰ τῆς γῆς ξ

71. ΡΩΜΑΝΟΥ Ο ΨΑΛΜΟΣ. Ὡς ἀπαρχά. Οἱ ἐν πάσῃ τῇ γῇ δ

72. ΤΟΥ ΤΑΠΙΝΟΥ ΡΩΜΑΝΟΥ. Εἰ καὶ ἐν τάφ. Τὸν πρὸ ἡλίου ἥλιον ε

73. ΤΟΥ ΤΑΠΕΙΝΟΥ ΡΩΜΑΝΟΥ ΠΟΙΗΜΑ. Κατεπλάγη Ἰωσή. Ἡ προσευχή φ

74. ΤΟΥ ΤΑΛΑ ΡΩΜΑΝΟΥ. Εἰ καὶ ἐν τάφ. Εἰ καὶ ἐν τάφ. Τὸν πρὸ ἡλίου ἥλιον ε

75. ΑΙΝΟΣ ΡΩΜΑΝΟΥ. Τοῖς τῶν αἱμάτω. Τράνωσον α

76. ΤΟΥ ΤΑΠΙΝΟΥ ΡΩΜΑΝΟΥ ΤΩ ΑΝΑΡΓΥΡΩ ΨΑΛΜΟΣ. Ἰδιόμελο. Τοῦ ἀναργύρου τὴν μνήμην γ

77. ΤΑΥΤΗ Η ΩΔΗ ΤΟΥ ΕΛΑΧΕΙΣΤΟΥ ΡΩΜΑΝΟΥ. Τὰ ἄνω ζητῶ. Τράνωσον α

78. ΤΟΥ ΤΑΠΕΙΝΟΥ ΡΩΜΑΝΟΥ ΑΙΝΟΣ. Ἰδιόμελο. Ἰδιόμελον η

79. ΠΟΙΗΜΑ ΡΩΜΑΝΟΥ. Οἱ τὴν χάριν λαβόντε. Τράνωσον α

80. ΤΟΥ ΤΑΠΕΙΝΟΥ ΡΩΜΑΝΟΥ Ο ΥΜΝΟΣ ΟΥΤΟΣΣ. Ἰδιόμελο. Ἰδιόμελον ι

81. ΤΟΥ ΤΑΛΑ ΡΩΜΑΝΟΥ. Χορὸς ἀγγελικό. Τὸ φοβερόν σου κριτήριον

82. ΤΟΥ ΤΑΠΙΝΟΥ ΡΩΜΑΝΟΥ ΕΠΟΣ. Ἐπεφάνης σήμερο. Ἐπεφάνης σήμερο. Τῷ τυφλωθέντι Ἀδά

83. ΤΤΟΥ ΤΑΛΑ ΡΩΜΑΝΟΥ ΩΔΗΗ. Τὰ ἄνω ζητῶ. Τοὺς ἀσφαλεῖ. Τράνωσον α

84. ΑΙΝΟΣ ΚΑΙ Ο ΨΑΛΜΟΣ ΤΟΥ ΡΩΜΑΝΟΥ. Ἡ Παρθένος σήμερο. Τὴν Ἐδὲμ Βηθλεέμ β

85. ΩΔΗ ΡΩΜΑΝΟΥ. Ὁ ὑψωθεὶς ἐν τῷ σταυρ. Τῇ Γαλιλαίᾳ λ

86. ΑΙΝΟΣ ΡΩΜΑΝΟΥ. Ἡ Παρθένος σήμερο. Τὴν Ἐδὲμ Βηθλεέμ β

87. ΤΟΥ ΤΑΠΕΕΙΝΟΥ ΡΩΜΑΝΟΥ. Ἰδιόμελο. Τῷ τυφλωθέντι Ἀδάμ κ

88. ΤΟΥ ΤΑΠΕΙΝΟΥ ΡΩΜΑΝΟΥ Ο ΨΑΛΜΟΣ ΟΥΤΟΣ. Ἰδιόμελο. Τὸ φοβερόν σου κριτήριον

89. Ο ΥΜΝΟΣ ΡΩΜΑΝΟΥ ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΘΕΟΔΩΡΟΝ. Πίστιν Χριστο. Ὡς ἀπαρχά. Οἱ ἐν πάσῃ τῇ γῇ δ

90. ΑΙΝΟΣ ΤΑΠΕΙΝΟΥ ΡΩΜΑΝΟΥΥ ΕΕΙΣ ΤΑ ΓΕΝΕΘΛΙΑ. Αἱ ἀγγελικαί μ

91. ΤΟΥΤΟ ΡΩΜΟΥΑ. Τὴν φοβεράν σο. Ἰδιόμελο. Τῷ τυφλωθέντι Ἀδάμ κ

92. ΤΟΥ ΤΑΕΥ. Ἐπεφάνης σήμερο. Τῇ Γαλιλαίᾳ λ

93. Τ. Ἰδιόμελο. Τὴν ζωὴν ἐν ταφῇ ν. ΡΩΜ. Ἐπεφάνης σήμερο. Τῇ Γαλιλαίᾳ λ

94. ΡΩΜ. Ἰδιόμελο. Τράνωσον α

95. ΑΒΓΔΕΖΗΘΙΚΛΜΝΞΟΠΡΣΤΥΦΧΨΩ


You can leave comments by clicking here, leave a trackback at https://melodos.com/bibliothiki/wp-trackback.php?p=59870 or subscribe to the RSS Comments Feed for this post.